Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.220 Joseph. AJ 5.225 (English) >>Joseph. AJ 5.230

5.223καὶ κατὰ τετάρτην μάλιστα φυλακὴν προσῆγε τὴν ἑαυτοῦ στρατιὰν Γεδεὼν εἰς τρία μέρη διελὼν αὐτήν, ἑκατὸν δὲ ἦσαν ἐν ἑκάστῳ. ἐκόμιζον δὲ πάντες ἀμφορέας κενοὺς καὶ λαμπάδας ἡμμένας ἐν αὐταῖς, ὅπως μὴ κατάφωρος τοῖς πολεμίοις ἔφοδος αὐτῶν γένηται, καὶ ἐν τῇ δεξιᾷ κριοῦ κέρας· ἐχρῶντο δὲ τούτοις ἀντὶ σάλπιγγος. 5.224χωρίον δὲ πολὺ κατεῖχε τὸ τῶν πολεμίων στράτευμα, πλείστην γὰρ αὐτοῖς εἶναι συνέβαινε κάμηλον, καὶ κατὰ τὰ ἔθνη νεμηθέντες ὑφʼ ἑνὶ κύκλῳ πάντες ἦσαν. 5.225οἱ δʼ Ἑβραῖοι, προειρημένον αὐτοῖς ὁπόταν γένωνται πλησίον τῶν πολεμίων ἐκ συνθήματος σάλπιγξί τε ἠχήσαντας καὶ τοὺς ἀμφορέας κατεάξαντας ὁρμῆσαι μετὰ τῶν λαμπάδων ἀλαλάξαντας καὶ νικᾶν θεοῦ Γεδεῶνι βοηθήσοντος, τοῦτʼ ἐποίησαν. 5.226ταραχὴ δὲ λαμβάνει τοὺς ἀνθρώπους ἔτι τε ὑπνοῦντας καὶ δείματα· νὺξ γὰρ ἦν καὶ θεὸς τοῦτο ἤθελεν. ἐκτείνοντο δὲ ὀλίγοι μὲν ὑπὸ τῶν πολεμίων, οἱ δὲ πλείους ὑπὸ τῶν συμμάχων διὰ τὸ τῇ γλώσσῃ διαφωνεῖν. ἅπαξ δὲ καταστάντες εἰς ταραχὴν πᾶν τὸ προστυχὸν ἀνῄρουν νομίζοντες εἶναι πολέμιον, φόνος τε πολὺς ἦν. 5.227καὶ φήμῃ πρὸς τοὺς Ἰσραηλίτας τῆς Γεδεῶνος νίκης ἀφικομένης ἐν τοῖς ὅπλοις ἦσαν, καὶ διώξαντες λαμβάνουσι τοὺς πολεμίους ἐν κοίλῳ τινὶ χαράδραις περιειλημμένῳ οὐ δυναμέναις διαπερᾶναι χωρίῳ καὶ περιστάντες κτείνουσιν ἅπαντας καὶ δύο τῶν βασιλέων Ὤρηβόν τε καὶ Ζῆβον.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.220 Joseph. AJ 5.225 (English) >>Joseph. AJ 5.230

Powered by PhiloLogic